TLG 0041 001 :: CHIONIS EPISTULAE :: Epistulae CHIONIS EPISTULAE Epist.
Narr. Fict. Epistulae Citation: Epistle — section — (line) | ||
1.1(t) | Χίων Μάτριδι χαίρειν. | |
1 | Ἀπεδωκέ μοι Λῦσις τὴν ἐπιστολὴν τρίτην ἡμέραν ἤδη περὶ Βυζάντιον διατρίβοντι, δι’ ἧς τὴν σαυτοῦ σύγχυσιν καὶ πάσης τῆς οἰκίας ἐδήλους μοι. ἄλλος μὲν οὖν, ὅσοις ἔνεστι παραμυθήσασθαί σε, ταῦτ’ ἂν | |
---|---|---|
5 | διεξῄει καὶ τὰς ἐκ τῆς ἀποδημίας ἐλπίδας ἐξηριθμεῖτο καὶ ἐπὶ ταύταις ἀντίρροπον λύπης εὐφροσύνην καθί‐ στατο· ἐγὼ δὲ τοῦτ’ αὐτὸ ἀξιῶ παρ’ ὑμῶν γενέσθαι, ὅπως ἆθλόν μοι τῆς ἐλπιζομένης ἀρετῆς καταστήσητε τὸ μακαρίους ὑμᾶς ποιῆσαι γονεῖς, ἀλλὰ μὴ τὸ πα‐ | |
10 | ραμυθίαν ἐκ τῆς ἐμῆς παιδείας προσδέχεσθαι, μὴ λυπούμενοι δὲ εὐτυχίαν. ἄμεινον δὲ ὥσπερ ἀθλοφόρῳ μείζονά μοι προθεῖναι τὰ ἆθλα, ἵνα κρείττων ἐπ’ αὐτὰ ἀγωνιστὴς γένωμαι. οὕτως οὖν διάκεισο, ὦ πάτερ, καὶ παραμυθοῦ τὴν μητέρα, εἴπερ ἄρα ἐκείνην μὲν ἐν τοῖς | |
15 | παρηγορουμένοις, σὲ δὲ ἐν τοῖς παρηγοροῦσι τετάχθαι προσήκει. | |
2.1(t) | Χίων Μάτριδι χαίρειν. | |
1 | Θράσων ἐμπορεύεται μὲν τὸν Πόντον, χρηστὸς δὲ μᾶλλον ἢ κατὰ τὴν ἐπιτήδευσιν εἶναί μοι δοκεῖ. καὶ νῦν ἐν Βυζαντίῳ γενόμενος ἔχω τινὰ αὐτῷ χάριν· θεά‐ σασθαι γάρ μοι βουλομένῳ τὰ περὶ τὴν χώραν ἄξια | |
5 | θέας ὄντα ἡγεμὼν τῆς ὁδοῦ ἐγένετο καὶ τἄλλα ἐπεμε‐ λήθη, ὅπως μὴ πονηρά τις ἡμῖν ἡ ὁδὸς καὶ κυνηγετικὴ γένοιτο, ἀλλὰ ὀχημάτων τε χάριν καὶ τῆς ἄλλης πα‐ ρασκευῆς ἁβροτέρα. τοῦτον ὡς ὑμᾶς πλέοντα ᾠήθην ταύτῃ τῇ μαρτυρίᾳ συμπαραπέμψαι δεῖν, ἵνα ἀντι‐ | |
10 | τύχῃ τῶν αὐτῶν. θέας μὲν οὖν οὐδὲν οἶμαι χρῄζει κατεστρατευμένος ἐκ πολλοῦ χρόνου τὸν Πόντον, εἰς δὲ τὴν οἰκίαν δῆλον ὡς κατὰ τὸ σεαυτοῦ ἦθος ὑποδέξῃ προθύμως αὐτόν. ἐγὼ δὲ ὥρμημαι μὲν ἐκπλεῖν, ἀνέμου δὲ οὐκ ἐπιτυγχάνω. | |
3.1(t) | Χίων Μάτριδι χαίρειν. | |
1 | Πολλὴν χάριν οἶδα τοῖς ἐπισχοῦσιν ἡμᾶς ἀνέμοις καὶ τὴν ἐν Βυζαντίῳ διατριβὴν βιασαμένοις, καίτοι τὸ πρῶτον ἠχθόμην αὐτοῖς ἐπειγόμενος. ἀλλὰ γὰρ ἀξία πρόφασις καὶ χρονιωτέρας μονῆς ἐφάνη Ξενοφῶν ὁ | |
5 | Σωκράτους γνώριμος. οὗτος γὰρ ὁ Ξενοφῶν εἷς τῶν | |
ἐπ’ Ἀρταξέρξην στρατευσαμένων Ἑλλήνων, Κύρῳ δὲ συμμάχων ἐστί. καὶ τὸ μὲν πρῶτον μετά τινος τῶν στρατηγῶν ἦν οὐδὲν πολυπραγμονῶν ὅ τι μὴ στρα‐ τιώτην ἐχρῆν, καίπερ εἷς ὢν τῶν Κύρῳ τιμίων· ὡς δὲ | 194 | |
10 | Κῦρός τε ἀπέθανεν ἐν τῇ πρώτῃ μάχῃ καὶ οἱ στρατηγοὶ τῶν Ἑλλήνων παρασπονδηθέντες ἀπετμήθησαν τὰς κεφαλάς, ᾑρέθη στρατηγὸς ἀνδρείας τε ἕνεκα καὶ τῆς ἄλλης σοφίας, δοκῶν ἄριστα ἂν διαπράξασθαι τὴν σω‐ τηρίαν τοῖς Ἕλλησι. καὶ οὐκ ἔψευσεν αὐτοὺς τῆς | |
15 | ἐλπίδος, ἀλλὰ διὰ μέσης πολεμίας γῆς ὀλίγην στρα‐ τιὰν ἄγων περιεσώσατο, ἑκάστης ἡμέρας τοῖς βασιλέως στρατηγοῖς παραστρατοπεδευόμενος. | |
3.2 | θαυμαστὰ μὲν οὖν καὶ ταῦτα, πολὺ δὲ τούτων θαυμαστότερόν τε καὶ μεῖζον ὅπερ αὐτὸς ἐγὼ νῦν ἐθεασάμην. πεπο‐ νημένοι γὰρ οἱ Ἕλληνες πολυχρονίῳ καὶ χαλεπῇ | |
5 | στρατείᾳ καὶ μηδὲν ἄλλο ηὑρημένοι τῶν κινδύνων ἆθλον πλὴν τῆς σωτηρίας δεξαμένων αὐτοὺς κατὰ φόβον τῶν Βυζαντίων, ἔγνωσαν διαρπάσαι τὴν πόλιν, καὶ πολὺς τάραχος αἰφνιδίως κατέσχε τοὺς Βυζαντίους. ἐπεὶ δὲ ὡπλίζοντό τε οἱ ξένοι καὶ ὁ σαλπιγκτὴς ἐσή‐ | |
10 | μηνεν, ἐγὼ μὲν ἀσπίδα καὶ λόγχην ἁρπάσας ἔδραμον ἐπὶ τὸ τεῖχος, οὗ καὶ τῶν ἐφήβων τινὰς συνεστηκότας ἑώρων. ἦν δὲ ἡ φυλακὴ τῶν τειχῶν οὐδὲν ὠφέλιμος πολεμίων κατεχόντων τὴν πόλιν, ἀλλ’ ὅμως ῥᾷον ἐνο‐ μίζομεν ἀμυνεῖσθαι πλεονεκτοῦντες τῷ τόπῳ ἢ ἀπο‐ | |
15 | λεῖσθαί γε βραδύτερον. | |
3.3 | κἀν τούτῳ ταραττομένων τῶν Ἑλλήνων ἑωρῶμεν κομήτην ἄνδρα, καλὸν πάνυ καὶ πρᾷον ἰδέσθαι, διεξιόντα δι’ αὐτῶν καὶ παύοντα τῆς ὁρμῆς ἕκαστον· οὗτος δὲ ἦν ὁ Ξενοφῶν. ὡς δὲ | |
5 | ἐκ τῶν ἐναντίων παρεκάλουν αὐτὸν οἱ στρατιῶται ἕνα ὄντα πολλοῖς πείθεσθαι καὶ ἀναπαῦσαί ποτε αὐτοὺς τῆς ταλαιπώρου καὶ χαλεπῆς ἄλης, «ἀνάγετε οὖν ἐπὶ πόδα» ἔφη «καὶ βουλεύσασθε· οὐ γὰρ δέος μὴ διαφύγῃ βουλευομένους τὸ πρᾶγμα ἐφ’ ὑμῖν κείμενον.» ὡς δὲ | |
10 | τοῦτό γε αὐτῷ ἀπειθεῖν ᾐδέσθησαν, εἰς μέσον καταστὰς ὁ Ξενοφῶν θαυμαστοὺς λόγους διέθετο, ὡς τὸ τέλος αὐτῶν ἐδήλωσεν· οὐ γὰρ ἡμῖν γε σαφῶς ἐξηκούοντο. τοὺς γοῦν πρὸ μικροῦ διαρπάζειν ἐγνωκότας τὴν πόλιν μετρίους κατὰ τὴν ἀγορὰν ἑωρῶμεν ὠνουμένους τὰ | |
15 | ἐπιτήδεια, ὡς τῶν ἄλλων Βυζαντίων ἕκαστον, καὶ μηδὲν ἔτι ἐκείνου τοῦ ἀδίκου καὶ ἁρπακτοῦ ἄρεος πνέοντας. | |
3.4 | αὕτη δὲ ἡ ὄψις ἐπίδειξις ἦν τῆς Ξενο‐ φῶντος ψυχῆς, ὅπως καὶ φρονεῖν καὶ λέγειν ἐδύ‐ νατο. οὐ μὴν ἔγωγε ἡσυχίᾳ τὸν ἄνδρα παρελθεῖν ὑπέμεινα, καὶ ταῦτα ὁμοίως Βυζαντίοις εὖ πεπονθὼς | |
5 | ὑπ’ αὐτοῦ (ἐπεὶ διὰ τοὺς ἀνέμους καὶ αὐτὸς εἷς ἦν τῶν διαρπασθησομένων), ἀλλ’ ἐγνώρισα αὐτῷ ἐμαυτόν. ὃ δὲ καὶ τῆς σῆς πρὸς Σωκράτη φιλίας ἀνεμιμνήσκετο κἀμὲ φιλοσοφεῖν παρίστατο, καὶ τἄλλα οὐ στρατιω‐ τικῶς μὰ Δί’ ἀλλὰ καὶ πάνυ φιλανθρώπως διελέγετο. | |
10 | νῦν δὲ εἰς Θρᾴκην ἄγει τὸ στράτευμα· Σεύθης γὰρ ὁ τῶν Θρᾳκῶν βασιλεὺς πρός τινας ὁμόρους πολεμῶν μετεπέμψατο, ἐντελῆ μισθὸν αὐτοῖς ὑποσχόμενος, οἳ δὲ ὑπήκουσαν. οὐ γὰρ ἄποροι διαλυθῆναι βούλονται, | |
ἀλλὰ καὶ κτήσασθαί τι ἐκ τῶν πόνων, ἕως γ’ ἔτι | 195 | |
15 | στράτευμά εἰσιν. | |
3.5 | ἴσθι δή, πολύ με νῦν προθυ‐ μότερον εἰς Ἀθήνας πλεύσεσθαι φιλοσοφήσοντα· μέ‐ μνησαι γὰρ δήπου, ὅτι προτρέπων με συνεχῶς ἐπὶ φι‐ λοσοφίαν καὶ θαυμαστὰ διεξιὼν περὶ τῶν καθ’ ὁτιοῦν | |
5 | σπουδασάντων περὶ αὐτὴν μέρος τἄλλα μὲν εἶχες πει‐ θόμενον, ἐκεῖνο δὲ καὶ πάνυ φοβούμενον. ἐδόκει γάρ μοι τὰ μὲν λοιπὰ ὄντως σπουδαιοτέρους ποιεῖν ὅσων ἐφάψαιτο (καὶ γὰρ τὸ σῶφρον καὶ τὸ δίκαιον οὐκ ἄλ‐ λοθεν ἀρύεσθαι τοὺς ἀνθρώπους ἢ ἐκ φιλοσοφίας ᾤμην), | |
10 | τὸ δὲ πρακτικὸν καὶ σφόδρα λύειν τῆς ψυχῆς καὶ μαλ‐ θάσσειν ἐπὶ τὸ ἥσυχον. ἀπραγμοσύνη γὰρ ἦν καὶ ἠρεμία τὰ θαυμαστά, ὥς μοι ἔλεγες, ἐγκώμια φιλοσό‐ φων. | |
3.6 | δεινὸν οὖν μοι κατεφαίνετο, εἰ φιλοσοφήσας τἄλλα μὲν ἀμείνων ἔσομαι, θαρραλέος δ’ οὐκέτι οὔτε στρατιώτης εἶναι δυνήσομαι οὔτε ἀριστεύς, εἰ δέοι, ἀλλὰ μεθήσω ταῦτα πάντα ὥσπερ ἐπιλήσμονί τινι | |
5 | ἐπῳδῇ παντὸς ἔργου λαμπροτέρου κηληθεὶς τῇ φιλο‐ σοφίᾳ. ἠγνόουν δ’ ἄρα, ὅτι καὶ πρὸς ἀνδρείαν εἰσὶν ἀμείνους οἱ φιλοσοφήσαντες, καὶ μόλις γε αὐτὸ παρὰ Ξενοφῶντος ἔμαθον, οὐκ ἐπειδὴ διελέχθη μοι περὶ αὐτοῦ, ἀλλ’ ἐπεὶ τοιοῦτος ὢν ἐφάνη, ὁποῖός ἐστι. μά‐ | |
10 | λιστα γὰρ δὴ μετασχὼν τῶν Σωκράτους λόγων ἀρκεῖ καὶ στρατεύματα καὶ πόλεις σώζειν, καὶ οὐδὲν αὐτὸν ἐποίησε φιλοσοφία αὑτῷ τε καὶ τοῖς φίλοις ἀχρειότε‐ ρον. | |
3.7 | ἡσυχία μὲν οὖν ποιητικωτέρα τάχα εὐδαι‐ μονίας· ἤδη μέντοι καὶ πράξει καλῶς ἕκαστα ὁ καλῶς ἠρεμεῖν δυνάμενος, ἐπεὶ καὶ μείζων ἂν εἴη τοῦ πολε‐ μοῦντος ὁ πλεονεξίαν καὶ ἐπιθυμίαν καὶ τἄλλα πάθη | |
5 | χειρούμενος, ὧν καὶ οἱ νικῶντες τοὺς πολέμους ἡτ‐ τῶνται. κἀγὼ οὖν ἐλπίζω φιλοσοφήσας τά τε ἄλλα κρείττων ἔσεσθαι καὶ οὐχ ἧττον ἀνδρεῖος, ἀλλ’ ἧττον θρασύς. ταῦτα μὲν οὖν οὐχ ἱκανὰ μόνον, ἀλλὰ καὶ τοῦ ἱκανοῦ πέρα. γίνωσκε δέ με ἤδη πρὸς τῷ πλεῖν | |
10 | ὄντα· καὶ γὰρ δὴ γέγονε καὶ τὰ τῶν ἀνέμων αἰσιώτερα. | |
4.1(t) | Χίων Μάτριδι χαίρειν. | |
1 | Ἐπιτυχόντες τῶν περὶ Σῖμον κατ’ ἐμπορίαν ὡς ὑμᾶς πλεόντων ἔγνωμεν καὶ τὰ ἐν Περίνθῳ συντυχόντα ἡμῖν δηλῶσαι. ἦν μὲν γὰρ ἐρίφων ἑσπερία δύσις, κἀγὼ προέλεγον τοῖς σὺν ἡμῖν ναύταις ἐπισχεῖν τὸν | |
5 | ἔκπλουν, καὶ ταῦτα ἐν Βυζαντίῳ διατρίβειν δυναμέ‐ νοις, οἳ δ’ οὐκ ἐπείθοντο, ἀλλὰ καὶ πάνυ μου τὴν πρόρ‐ ρησιν ἐχλεύαζον, προσβεβλῆσθαί μοι νόσον τινὰ ἀστρονομίας ὑπὸ Ἀρχεδήμου τοῦ ἀστρονόμου λέγοντες. κἀγὼ μέχρι μέν τινος ἀντεῖχον, καταναυμαχούμενος | |
10 | δ’ ὑπ’ αὐτῶν εἶξα, καὶ ταῦτα οὐδ’ αὐτὸς εἰδὼς εἴ τι ἀληθὲς προλέγοιμι, ἅμα δὲ καὶ πνεῦμα οὔριον καὶ καλὸς πλοῦς προφαινόμενος ἀπιστότερά μου ἐποίει τὰ προαγορεύματα. | |
4.2 | ὡς δὲ ἀνήχθημεν, ἕως μὲν Ση‐ λυμβρίαν παραλλάξαι, κατεγελώμην ἐφ’ οἷς προεῖπον, εὐχόμενός γε καὶ μέχρι τῆς ἀποβάσεως γελᾶσθαι· ὡς δὲ τριάκοντά που σταδίους ἀπ’ αὐτῆς προεκόψαμεν, | |
5 | δεινὸς ἡμᾶς χειμὼν κατέλαβε. καὶ πολὺν μὲν χρόνον οὐδαμοῦ καθορμίσαι τὴν ναῦν δυνάμενοι πονηρῶς πάνυ διεκείμεθα, μόλις δέ ποτε ἐπιδόντες τὴν Πέρινθον ἐβια‐ ζόμεθα πρὸς αὐτήν, κωπηλάται ἀγαθοὶ γενόμενοι· τοῖς μὲν γὰρ ἱστίοις οὐ φορητὸς ἦν ὁ ἄνεμος. καὶ δεινὰ | 196 |
10 | παθόντες, ἵνα μὴ λέγω τὰ μεταξύ, μέσων που νυκτῶν κατήχθημεν εἰς Πέρινθον. καὶ τότε μὲν κατεδάρθομεν, ὑπελείπετο δὲ ἡμῖν καὶ ἕτερος χειμὼν οὐδὲν τοῦ θα‐ λαττίου μετριώτερος. Περίνθιοι γὰρ ὑπὸ Θρᾳκῶν ἐπολεμοῦντο, καὶ τοῦτο οἱ πάντα ἀγνοήσαντες ἡμεῖς | |
15 | οὐκ ἐπυθόμεθα, καίπερ δώδεκα ἡμέρας ἐν Βυζαντίῳ διατρίψαντες, ἀλλ’ ὡς εἰκὸς αἰφνίδιος ἡ καταδρομὴ τῶν βαρβάρων ἐγένετο. | |
4.3 | ἀναστάντες οὖν ἐξῄειμεν ὀψόμενοι τὴν πόλιν, ὡς ᾠόμεθα, ἐγώ τε καὶ Ἡρακλεί‐ δης καὶ Ἀγάθων ὁ χρηστός, εἵποντο δὲ ἡμῖν καὶ τῶν θεραπόντων Βαιτύλος καὶ Ποδάρκης καὶ Φίλων ὁ | |
5 | θρασύς, ἡμεῖς μὲν ἄνοπλοι, τῶν δὲ θεραπόντων πα‐ ρήρτητο ἕκαστος μάχαιραν, Φίλων μὲν γὰρ καὶ δόρυ ἐκόμιζε. μικρὸν δὲ προελθόντες ἀπὸ τοῦ λιμένος ὁρῶμεν στρατόπεδόν τε οὐ πρόσω τῆς πόλεως καὶ τὸ δεινότερον ἱππέας τρεῖς οὐ πόρρω ἡμῶν. καὶ Φίλων | |
10 | μὲν δούς μοι τὴν λόγχην, ἵν’ αὐτὸς ᾖ δρομικώτερος, ἐπὶ τὴν ναῦν ἔφευγεν, ἐγὼ δὲ οὐκ ἐλπίζων ὠκύτερον ἵππου ἐμαυτὸν εἶναι, περὶ τὸν βραχίονα ἑλίττων θοἰ‐ μάτιον καὶ τὴν λόγχην διηγκυλωμένος ἔμενον. τὸ αὐτὸ δὲ ἐποίουν καὶ οἱ θεράποντες, Ἡρακλείδης δὲ καὶ | |
15 | Ἀγάθων λίθους ἔχοντες ὀπίσω ἡμῶν ἐκρύπτοντο. | |
4.4 | προσελάσαντες δὲ οἱ Θρᾷκες πρὶν εἰς ἐφικτὸν ἐλθεῖν ἠκόντισαν τρεῖς λόγχας ἕκαστος, καὶ αἳ μὲν μικρὸν πρὸ ἡμῶν ἔπεσον, οἳ δὲ ἀναστρέψαντες ὡς δὴ τετελε‐ σμένου αὐτοῖς τοῦ ἔργου ἤλαυνον εἰς τὸ στρατόπεδον, | |
5 | ἀνελόμενοι δ’ ἡμεῖς τὰς λόγχας ἀνεχωρήσαμεν ἐπὶ τὴν ναῦν καὶ λύσαντες τὰ ἀπόγεια ἐπλέομεν. νῦν δ’ ἐν Χίῳ ἐσμέν, πάνυ ἐπιεικῶς τῶν ἀνέμων ἡμῖν παρὰ πάντα τὸν πλοῦν χρησαμένων. λέγε οὖν Ἀρχεδήμῳ, ὅτι ἐρίφων ἑσπερία δύσις οὐ κατὰ θάλατταν μόνον | |
10 | σημαίνει χαλεποὺς χειμῶνας, ἀλλὰ καὶ κατὰ γῆν χα‐ λεπωτέρους· ἔχεις γὰρ ἐκ τῆς ἡμετέρας συντυχίας παῖξαι πρὸς αὐτόν. | |
5.1(t) | Χίων Μάτριδι χαίρειν. | |
1 | Ἀφίγμεθα εἰς Ἀθήνας καὶ Πλάτωνι τῷ Σωκράτους γνωρίμῳ διαλεγόμεθα. τἄλλα τε γὰρ πάντα σοφὸς ἁνήρ ἐστι καὶ τὴν φιλοσοφίαν οὐκ ἀπολίτευτον ἔργῳ τοῖς γνωρίμοις ποιεῖ, ἀλλὰ καὶ πάνυ ἀμφήκη πρός τε | |
5 | τὸ πρακτικὸν τοῦ βίου καὶ πρὸς ἡσυχίαν ἀπράγμονα. ἔγραφες δέ μοι καὶ περὶ τῆς σῆς πρὸς αὐτὸν φιλίας, ὅτι οὐ μικρὸν πλεονέκτημα τὴν σὴν πρὸς Σωκράτη συνήθειαν εἰς αὐτὸν ἔχοιμι. ἴσθι οὖν, ὅτι πάντων μὲν ποιεῖται λόγον τῶν καὶ μίαν ἡμέραν ὁμιλησάντων | |
10 | Σωκράτει, οὐδενὶ δ’ οὕτως αὑτὸν οἰκειοῖ, ὡς τῷ μά‐ λιστα ἀπολαύειν αὐτοῦ δυναμένῳ. καὶ κατὰ τοῦτο γοῦν ἐσπουδάκαμεν μὴ μειονεκτεῖν τῆς Πλάτωνος φι‐ λίας, ἀλλ’ ἐν τούτοις τετάχθαι, ὑφ’ ὧν εὖ πάσχειν | |
φησίν, εἴ τι αὐτοὺς εὖ ποιεῖν δύναται. οὐ γὰρ ἥττονα | 197 | |
15 | εὐδαιμονίαν εἶναι λέγει τὸ ἀγαθοὺς ποιεῖν τοῦ ἀγαθὸν γίνεσθαι. τὸ μὲν οὖν ὠφελεῖσθαι τοῖς δυναμένοις τῶν φίλων αὐτὸς παρέχει, τὸ δ’ ὠφελεῖν οὐχ ἧττον λαμβάνει παρὰ τῶν ὠφελεῖσθαι δυναμένων. | |
6.1(t) | Χίων Μάτριδι χαίρειν. | |
1 | Ἐκόμισέ μοι Φαίδιμος ταρίχου ῥοδιὰν καὶ μέλιτος ἀμφορέας πέντε καὶ τοῦ μερσίτου οἴνου κεράμια εἴκοσι καὶ πρὸς τούτοις τρία ἀργυρίου τάλαντα. καὶ τῆς μὲν πίστεως ἐκεῖνον ἐπαινῶ, τῆς δ’ ἐπιμελείας σὲ ἐπιγι‐ | |
5 | νώσκω. ἤδη μέντοι τῶν ἐπιχωρίων γεννημάτων ὥσπερ ἀπαρχάς τινας βουλοίμην ἄν σε ἀποστέλλειν, εἴγε ἐπιτρέποι ὁ καιρός· τούτοις γὰρ καὶ τοὺς ἄλλους φίλους τέρπειν ἔνεστι καὶ Πλάτωνα σοφίζεσθαι ἀδω‐ ροδόκητον ὄντα. χρημάτων δὲ οὐδὲ εἷς ἔμοιγε πόθος, | |
10 | καὶ μάλιστα ἐν Ἀθήναις τε ὄντι καὶ Πλάτωνι διαλε‐ γομένῳ, ἐπεὶ καὶ ἄτοπον ἴσως, πεπλευκέναι μὲν ἡμᾶς εἰς τὴν Ἑλλάδα, ἵνα ἧττον φιλοχρήματοι γενώμεθα, μηδὲν δ’ ἧττον καὶ ἐκ Πόντου πλεῖν πρὸς ἡμᾶς τὴν φιλοχρημοσύνην. χαριέστερον οὖν ποιήσεις ταῦτα | |
15 | πέμπων, ὅσα τῆς πατρίδος ἡμᾶς, οὐχ ὅσα πλούτου ἀναμνήσει. | |
7.1(t) | Χίων Μάτριδι χαίρειν. | |
1 | Ἀρχέπολις Λήμνιος μέν ἐστιν, ὡς λέγει, τὸ γένος, φαῦλος δὲ καὶ ἀτέκμαρτος ἄνθρωπος καὶ στασιαστὴς πρὸς πάντας, μάλιστα δὲ πάντων πρὸς ἑαυτόν, σὺν δὲ τούτοις καὶ λελυμένος τῇ ἀποπληξίᾳ καὶ πᾶν ὃ | |
5 | ἂν οἰηθῇ λέγων· νοεῖ δ’ ἀεὶ τὰ μωρότατα. οὗτος τὸ μὲν πρῶτον, ὡς πυνθάνομαι, ταμίας τε ἐν Λήμνῳ γενόμενος καὶ τὰς ὁμοίας μετιὼν ἀρχὰς οὐκ εὐπρεπῶς ἀνεστρέφετο, ὡς δὲ ἔδοξεν αὐτῷ καταφρονῆσαι καὶ φι‐ λοσοφίας, εἰς Ἀθήνας κατέπλευσε, κἀκεῖ πολλὰ μὲν | |
10 | Πλάτωνι δυσηρέστησε, πολλὰ δ’ ἡμᾶς ἐβλασφήμησεν. οὐδὲν γὰρ αὐτῷ χρήσιμοι ἐφαινόμεθα, περὶ ἀρετῆς ἀλλ’ οὐ περὶ χρηματισμοῦ τὰς διαλέξεις ποιούμενοι. | |
7.2 | νῦν δὲ εἰς τὸν Πόντον ἐμπορεύεσθαί φησιν, οὐκ ἀφρόνως, εἰ δὴ τοῦτο μόνον ἑαυτῷ προσήκειν λελόγι‐ σται· ἀλλὰ τὸ ἀστάθμητον αὐτοῦ καὶ πετόμενον οὐδὲ ταύτην ἐπιδέχεται τὴν φρόνησιν, ἵνα ὅς τέ ἐστιν εἰδῇ | |
5 | καὶ εἰς ὃ χρήσιμος· πρὸς γὰρ τὸ ἀεὶ φανταζόμενον μετεωρίζεται. οὗτος ἐπιλαθόμενος τῶν βλασφημιῶν προσῆλθέ μοι καὶ ἐδεήθη σοι γράψαι περὶ αὐτοῦ, ἐγὼ δὲ ἐκείνῳ μέν, ἵνα μὴ ἀναξίῳ ὄντι Βελλεροφόντου σχῆμα περιθῶ, ἑτέραν ἐπιστολὴν ἔδωκα, οὐδὲ ἐκεῖ τι | |
10 | ὁμοίως ψευσάμενος, ταύτην δὲ προαναγομένῳ Λύσιδι ἐνεχείρισα. | |
7.3 | οἶμαι δὴ πάσῃ φιλανθρωπίᾳ δέξασθαί σε δεῖν τὸν ἄνθρωπον καὶ εἰπεῖν ἐπὶ τέλει ὅτι «οὕτως ἀμείβεται Χίων τοὺς βλασφημήσαντας· τοῦτο γὰρ ἕν ἐστι τῶν μαθημάτων αὐτοῦ, ἃ σὺ ἐχλεύαζες, τὸ μη‐ | |
5 | δένα κακὸν ἀμύνεσθαι μέχρι τοῦ μὴ αὐτὸν ἀγαθὸν εἶναι.» τοῦτο δὲ ἔσται, ἐὰν εὐποιίαις αὐτοὺς ἀμυ‐ | |
νώμεθα. οἶδα μὲν οὖν ὅτι οὐδὲν πείσεται ἄτρωτος ὢν τὴν ψυχὴν ὑπὸ μωρίας, ὅμως δ’ οὖν ἡμῶν αὐτῶν χάριν γενέσθω τοῦτο τὸ πολίτευμα. τάδε περὶ αὐτοῦ | 198 | |
10 | λελυμένως καὶ ἀπροκαλύπτως ἐδήλωσα, πρὸς ἄλλον μὲν οὐδέν ποτε βλασφημήσας τῶν ὄντων οὐδένα, πρὸς σὲ δὲ τὸν ἐμὸν νοῦν ὑπὸ μηδενὸς παραμπεχόμενον λόγου ἁπλοῦν καὶ σαφῆ δικαιῶν εἶναι. | |
8.1(t) | Χίων Μάτριδι χαίρειν. | |
1 | Ὁ ἀποδιδούς σοι τὸ γράμμα Ἀρχέπολις ὁ Λήμνιος ἐμπορευόμενος εἰς τὸν Πόντον ἐδεήθη μου ὅπως αὐτὸν συστήσαιμί σοι, ἐγὼ δὲ ἄσμενος ἐδεξάμην· καὶ γὰρ οὐδὲ φίλος μοι ὢν ἐτύγχανε. κέρδος οὖν μέγα ᾠήθην | |
5 | ἀφορμὴν λαβεῖν τοῦ ποιῆσαί τινα φίλον μὴ ὄντα πρό‐ τερον. εἰς ὃ κέρδος συλλήψῃ μοι καὶ σὺ φιλανθρώπως αὐτὸν εἰσδεξάμενος. πείθομαι δὲ καὶ μέτριον αὐτὸν ἔμπορον εἶναι· καὶ γὰρ φιλοσοφήσας πρότερον εἶτα ἐμπορεύεται. | |
9.1(t) | Χίων Βίωνι χαίρειν. | |
1 | Ὀλιγωρίαν μέν σου τοσαύτην περὶ ἐμὲ οὐκ ἤλπισα ἔσεσθαι οὐδ’ ἐβουλόμην προσδέξασθαι, θαυμάζω δὲ τὴν συντυχίαν, δι’ ἣν οὐδὲν τέως ἥκει μοι παρὰ σοῦ γράμμα, καὶ ταῦτα συνεχῶς γραφόντων τῶν ἄλλων | |
5 | φίλων. ὑπὲρ μὲν οὖν τῶν γεγενημένων ἐγὼ αὐτὸς ὑπὲρ σοῦ ἀπολογήσομαι, τὸ δὲ λοιπόν, εἴτε οἱ μὴ ἀποδιδόντες αἴτιοι γεγόνασι, φύλαξαι τοῦτο τῷ συνεχῶς γράφειν· οὕτω γὰρ καὶ τῶν ἀποδωσόντων ἐπιτεύξῃ εἴτε σὺ μὴ γράφων, φύλαξαι καὶ τοῦτο. ῥᾳδία δέ | |
10 | ἐστιν αὐτοῦ φυλακή. καίτοι γε ἦν τι ἐν τῇ ἡμετέρᾳ φιλίᾳ τοσοῦτον, ὅσον καὶ τὰ δυσχερῆ νικᾶν δύνασθαι. ἢ ἐπιλέλησαι τοῦ Ἡραίου καὶ τοῦ Καλλιχόρου καὶ τῶν παρὰ Καλλισθένει διατριβῶν καὶ ὅσοις ἄλλοις τὰς ἑαυτῶν ψυχὰς ἐκεράσαμεν, ἢ αὐτὸς μὲν οὐκ ἐπιλέ‐ | |
15 | λησαι, ἐμὲ δὲ φιλοσοφίας γευσάμενον ἀμνημονεῖν αὐτῶν ὑπολαμβάνεις; ἀλλ’ οὐ προσήκει σοι οὔτε αὐτῷ φαύλως ἔχειν περὶ τὴν φιλίαν οὔτε περὶ ἐμοῦ φαῦλα εἰκάζειν, ἀλλὰ καὶ ὡς μεμνημένον αὐτῆς καὶ ὡς μεμνημένῳ γράφειν συνεχέστερον. | |
10.1(t) | Χίων Μάτριδι χαίρειν. | |
1 | Πλάτωνι ἀδελφιδῶν θυγατέρες εἰσὶ τέτταρες. τούτων τὴν πρεσβυτάτην ἐδίδου Σπευσίππῳ πρὸς γάμον καὶ μετρίαν προῖκα τριάκοντα μνᾶς, ἐπεπόμφει δ’ αὐτῷ ταύτας Διονύσιος. ἐγὼ οὖν ἀσπαστὸν ἡγησάμενος τὸν | |
5 | καιρὸν τάλαντον προσετίθην τῇ προικί· καὶ μέχρι μὲν πολλοῦ ἠναίνετο, ἐξεπολιορκήσαμεν δ’ αὐτὸν πάνυ ἀληθεῖ καὶ δικαίῳ λόγῳ. ἔφαμεν γάρ, ὅτι οὐκ εἰς πλοῦτον, εἰς δὲ φιλανθρωπίαν σοι συμβαλλόμεθα, τὰς δὲ τοιαύτας δωρεὰς δέχεσθαι δεῖ· αὗται γὰρ τιμὰς αὔ‐ | |
10 | ξουσιν, αἱ δὲ ἄλλαι ἀτιμάζουσι. τιμᾷς μὲν οὖν φι‐ λανθρωπίαν, ἀτιμάζεις δὲ πλοῦτον. ἥρμοσας δὲ καὶ | |
τὰς ἄλλας παῖδας ἤδη τοῖς Ἀθήνησιν χαριεστάτοις. ἀλλ’ οἳ μὲν πλουτοῦσι, Σπεύσιππος δὲ χαριέστερος ὢν πένεται. τοῦτ’ οὖν τὸ κέρδος ᾠήθην δηλῶσαί σοι, | 199 | |
15 | οὗ μεῖζον ἡμῖν οὐκ οἶδ’ εἴ τι περιγενέσθαι ἐν παντὶ τῷ βίῳ δύναται. | |
11.1(t) | Χίων Μάτριδι χαίρειν. | |
1 | Ἐκομισάμην παρὰ Βιάνορος τὴν ἐπιστολήν, ἐν ᾗ με ἀνακομίζεσθαι παρεκάλεις· ἱκανὸν γὰρ εἶναι πρὸς ἡντινοῦν ἀποδημίαν πέντε ἐτῶν χρόνον, ἕκτου δὲ τὴν ἐμὴν ξενιτείαν ἄρχεσθαι. ἐμὲ δὲ ὅσος μὲν πόθος ἔχει | |
5 | καὶ ὑμῶν καὶ τῆς πατρίδος, αὐτοὶ σαφῶς ἴστε· ἔοικε ὁ’ οὖν αὐτὸς οὗτος ὁ πόθος καὶ βιάζεσθαί με πλείω χρόνον διατρίβειν Ἀθήνησιν· ὠφελιμώτερος γὰρ εἶναι οἷς συμπαθῶ βούλομαι, τοῦτο δὲ τὸ κράτος μόνη ἔχει φιλοσοφία. πενταετὴς δὲ χρόνος, ὦ πάτερ, οὐχ ὅπως | |
10 | φιλοσοφοῦσιν ἀπαρκεῖν ἔμοιγε φαίνεται, ἀλλ’ οὐδὲ τοῖς ἐμπορευομένοις ἐπιμελέστερον. καίτοιγε οἳ μὲν ἐπὶ τὰ εὐτελέστατα στέλλονται, ἡμεῖς δὲ ἀρετὴν ἐμπο‐ ρευόμεθα οὐδενὸς ἄλλου πλὴν φύσεως καὶ φιλοπονίας καὶ χρόνου ὤνιον. ὧν τὰ μὲν οὐ παντελῶς ἡμῶν ἀπο‐ | |
15 | λείπεται, χρόνου μέντοι δεόμεθα. διατρίψαντες οὖν ἄλλην πενταετίαν ἀναστρέψομεν θεοῦ γε σώζοντος. σὲ δέ, ᾧ λογισμῷ ἐκπέμπων ἡμᾶς ὑπέμενες, τούτῳ χρὴ καὶ χρονιζόντων μὴ ἄχθεσθαι, καὶ ταῦτα εἰδότα ὡς οὐχὶ τὸ ἐκπλεῦσαι ἐπὶ παιδείαν ἀγαθοὺς ποιεῖ, τὸ δὲ | |
20 | χρονίσαι περὶ παιδείαν σπουδάζοντας. | |
12.1(t) | Χίων Μάτριδι χαίρειν. | |
1 | Πρότερον μέν, ὥσπερ ἔγραφόν σοι, δεκαετίαν ἐκ‐ πληρώσας, οὕτως ἐπανέρχεσθαι πρὸς ὑμᾶς ἐβουλόμην, νῦν δὲ ἀκούσας τὴν τυραννίδα οὐκ ἂν ἔτι ὑπομείναιμι ἐν ἀσφαλεστέρῳ τῶν πολιτῶν εἶναι, ἀλλ’ ᾗ ἂν ἄρξῃ | |
5 | τὸ ἔαρ, πλευσοῦμαι θεοῦ σώζοντος (νῦν μὲν γὰρ με‐ σοῦντος ἔτι τοῦ χειμῶνος οὐκ ἐδυνάμην), ἐπεὶ καὶ τε‐ λέως ἄτοπον ὁμοίους ἡμᾶς εἶναι τοῖς ἐπειδάν τι τα‐ ραχθῇ τῆς πατρίδος ἀποδιδράσκουσιν ὅπῃ ἂν τύχῃ, ἀλλὰ μὴ τότε μάλιστα παρεῖναι, ὅτε ἀνδρῶν ὠφελη‐ | |
10 | σόντων δεῖται. εἰ δὲ καὶ παντάπασιν ἐν ἀδυνάτῳ εἴη τὸ ὠφελεῖν, τὸ γοῦν μετέχειν βλάβης ἑκόντα ἀρετῇ μὲν παραπλήσιόν μοι δοκεῖ, χάρις δὲ ἴσως ἐνδεεστέρα. θαρραλεώτερον δέ σοι γέγραφα, ἐπεὶ καὶ Λῦσις τὴν ἐπιστολὴν ἐκόμιζεν. | |
13.1(t) | Χίων Μάτριδι χαίρειν. | |
1 | Ὄντως Κλέαρχος, ὥς μοι ἔγραφες, οὐχ οὕτως Σει‐ ληνὸν δέδοικε κατειληφότα αὐτοῦ τὸ φρούριον ὡς ἡμᾶς φιλοσοφοῦντας. ἐπ’ ἐκεῖνον μέν γε οὐκ ἀπέστειλε τέως τοὺς πολιορκήσοντας, ὡς πυνθάνομαι, ἐπ’ ἐμὲ δὲ | |
5 | ἧκε Κότυς Θρᾴξ, δορυφόρος αὐτοῦ γενόμενος (ἔγνων γὰρ μετὰ ταῦτα), καὶ μικρὸν ὕστερον ἢ γραφῆναί σοι τὴν περὶ τῆς νόσου παρ’ ἡμῶν ἐπιστολὴν ἐπεχείρη‐ | |
σεν (ἀνειλήφειν δὲ ἐμαυτὸν ἱκανῶς ἤδη), καί μοι περὶ ἕκτην ὥραν μόνῳ περιπατοῦντι ἐν τῷ ᾠδείῳ καὶ περί | 200 | |
10 | τινος σκέμματος φροντίζοντι αἰφνιδίως προσῇξεν. | |
13.2 | ἐγὼ δ’ εὐθέως μὲν ὑπενόησα ὅπερ ἦν· ὡς δὲ ξιφίδιόν τι ὁρῶ κακῶς μεταλαμβάνοντα, βοήσας τε αὐτὸν ἐξέ‐ πληξα καὶ προσδραμὼν τὴν δεξιὰν αὐτοῦ μετειληφότος ἤδη τὸ ἐγχειρίδιον καταλαμβάνω, καὶ τὸ λοιπὸν δὴ λα‐ | |
5 | κτίζων καὶ περιαγνύων τὸν βραχίονα ἐξέβαλον αὐτοῦ τὸ ξίφος, καὶ ἐτρώθην μὲν κατενεχθέντος αὐτοῦ ἐπὶ τὸν πόδα, οὐ χαλεπῶς δὲ ὅμως. ἐκ τούτου δὴ ἰλιγγιῶντα ἔδησα τῷ ἰδίῳ ζώματι, ἀποστρέψας εἰς τοὐπίσω τὼ χεῖρε, καὶ πρὸς τοὺς στρατηγοὺς ἄγω. κἀκεῖνος μὲν | |
10 | ἔτισε δίκην, ἐγὼ δὲ οὐδὲν δειλότερος εἰς τὸν πλοῦν γέγονα, ἀλλὰ τῶν ἐτησίων παυσαμένων ὅπως ἂν ἔχω πλεύσομαι· ἄτοπον γὰρ τυραννουμένης τῆς πατρί‐ δος ἡμᾶς δημοκρατεῖσθαι. | |
13.3 | καὶ τὰ μὲν ἐμά, ὡς ἂν ἔχῃ, ἀσφαλῶς ἔχει· ἀγαθὸς γὰρ καὶ ζῶν καὶ ἀπο‐ θνήσκων ἔσομαι. ὅπως δέ τι καὶ ὑπὲρ τῆς πατρίδος πολιτευώμεθα, πεῖθε τὸν Κλέαρχον, ὅτι φιλοσοφήσαν‐ | |
5 | τες ἡσυχίας γλιχόμεθα καὶ τελέως ἀπολίτευτοι τὰς ψυχὰς ἐσμέν· ταῦτα δὲ καὶ διὰ Νύμφιδος πεῖθε αὐτόν, ὃς ἡμῖν μὲν φίλος, ἐκείνῳ δὲ καὶ συγγενής ἐστιν· οὕ‐ τως γὰρ ἂν πορρωτάτω πάσης ὑποψίας ἀπάγοιτο. ἀπροκαλύπτως δέ σοι γράφομεν, ἐπεὶ καὶ πιστοῖς ἐπι‐ | |
10 | τιθέμεθα ἀνδράσι τὰς ἐπιστολὰς καὶ Κλέαρχος, ὡς ἐδήλους καλῶς ποιῶν, περὶ γοῦν ταῦτα οὐ πολυπραγ‐ μονεῖ. | |
14.1(t) | Χίων Μάτριδι χαίρειν. | |
1 | Εἰς Βυζάντιον θρασυτέρῳ μέν, ταχεῖ δ’ οὖν πλῷ διασωθεὶς ἔγνων αὐτός τε ἐπιμεῖναι χρόνον, ὃν ἄν μοι καλῶς ἔχειν δοκοίη, καὶ πρὸς ὑμᾶς ἐκπέμψαι Κρωβύ‐ λον τὸν θεράποντα, ἵνα τὴν κάθοδον πράττωμεν ὠφε‐ | |
5 | λίμως τῇ πατρίδι· τὸ μὲν γὰρ ἡμέτερον ἀσφαλὲς οὐκ ἐπὶ Κλεάρχῳ ἐστίν. βούλομαι δ’, ἐπεὶ προήχθην ἅπαξ, καὶ καθόλου σοι τὴν ἐμὴν γνώμην δηλῶσαι. ἐμοὶ γὰρ δοκεῖ τῇ μὲν πατρίδι ὁ μέγιστος εἶναι κίνδυνος μετ’ ἀτυχίας ἤδη παρούσης. νῦν τε γάρ, ὡς πυνθάνομαι, | |
10 | σφαγάς τε ἀνδρῶν καὶ φυγὰς ὑπομένει, στερομένη μὲν τῶν ἀρίστων πολιτῶν, τοῖς δὲ ἀσεβεστάτοις δουλεύουσα, καὶ εἰσαῦθις οὐχ ὁ τυχὼν αὐτῇ κίνδυνος, μήποτε ἐκ τῆς περὶ ταῦτα συντυχίας οἷς μὲν πόθος τοῦ τυραννεῖν, οἷς δὲ συνήθεια δουλείας γένηται, καὶ τὸ λοιπὸν εἰς | |
15 | μοναρχίαν ἀκατάλυτον περιστῇ τὰ πράγματα. | |
14.2 | μι‐ κραὶ γὰρ δὴ ῥοπαὶ καὶ τῶν πολυχρονίων καὶ σχεδὸν εἰπεῖν ἀπαύστων ἄρχουσι κακῶν καὶ ἔγγιστα ὅμοιόν τι ποιοῦσι τοῖς νοσήμασι τῶν σωμάτων. ὥσπερ γὰρ | |
5 | ἐκεῖνα περὶ μὲν τὰς ἀρχὰς ῥᾷον ἀπολύεται τῶν ἀνθρώ‐ πων, ἐνισχύσαντα δὲ δυσίατα ἢ καὶ τελέως ἀνίατα γί‐ νεται, οὕτω καὶ τὰ ἐν ταῖς πολιτείαις νοσήματα. μέχρι μὲν γὰρ μνήμη τε ἐλευθερίας ἰσχύει καὶ ὑπέρχεται τοὺς δουλουμένους, παράταξις λίαν ὀχυρὰ γίνεται | |
10 | πρὸς τοῦ πλήθους· ἐπειδὰν δὲ ἅπαξ ὑπερισχύσῃ τὸ | |
κακὸν καὶ μηκέτι ᾖ τοῖς ἀνθρώποις λόγος, ὅπως αὐτὸ ἀπαλλάξωσιν ἑαυτῶν, ἀλλ’ ὅπως ἂν ῥᾷστα ἐν αὐτῷ διάγοιεν, τότε ὁ παντελὴς ὄλεθρος γίνεται. | 201 | |
14.3 | ἡ μὲν οὖν πατρὶς ἐν τοιούτοις κακοῖς καὶ κινδύνοις ἐστίν, ἐγὼ δέ, εἰ μὲν αὐτὸ ἐφ’ ἑαυτοῦ βούλοιο τοὐμὸν σκέπτεσθαι, καὶ πάνυ ἀσφαλής εἰμι. δουλείαν γὰρ ταύτην ἔγωγε νομίζω, ἣ μετὰ τῶν σωμάτων καὶ τὰς | |
5 | ψυχὰς ὑφ’ ἑαυτὴν ἔχει· ἡ δὲ τῆς μὲν ψυχῆς οὐδ’ ὁτιοῦν ἁπτομένη, τὸ δὲ σῶμα μόνον ἔχουσα οὐδὲ δουλεία τυγχάνειν ἔμοιγε δοκεῖ. τεκμήριον δέ. εἴ τι γὰρ δουλείας κακόν, τοῦτο ἐπὶ ψυχὴν καταβαίνει, ἐπεὶ ἄλλως οὐδὲ κακὸν λέγοιτο ἄν· φόβος γὰρ τοῦ παθεῖν | |
10 | τι καὶ ἡ ἐκ τοῦ παθεῖν λύπη τὰ δεινότατα τοῖς μὴ ἐλευθέροις. τί οὖν; ἄν τις μὴ φοβῆται τὸ μέλλον κα‐ κὸν μηδὲ ἐπὶ τῷ γινομένῳ ἄχθηται, δουλεύσει; καὶ πῶς ὅ γε μὴ ἔχων τὰ δουλείας κακά; | |
14.4 | ἴσθι οὖν τοιοῦτόν με ὑπὸ φιλοσοφίας γενόμενον, ὁποῖον κἂν δήσῃ Κλέαρχος, κἂν ὁτιοῦν δράσῃ τῶν χαλεπῶν, οὐ‐ δέποτε ποιήσει δοῦλον· οὐδέποτε γάρ μου τὴν ψυχὴν | |
5 | χειρώσεται, ἐν ᾗ τὸ δοῦλον ἢ τὸ ἐλεύθερον, ἐπεὶ σῶμά γε ἀεὶ συντυχίας ἧττον, κἂν ὑπ’ ἀνδρὶ μὴ τάττηται δεσπότῃ. ἢν δέ με ἀποκτείνῃ, τότε καὶ τὴν τελείαν ἐλευθερίαν χαριεῖταί μοι. ἣν γὰρ οὐδὲ τὸ περιέχον σῶμα ᾠκείωσε τῇ ἑαυτοῦ δουλείᾳ, ταύτῃ τίνα οἰκο‐ | |
10 | νομίαν ἐλλείψειν δοκεῖς κεχωρισμένῃ τοῦ σώματος; οὐ μόνον δὲ ἐγώ, ὃ ἂν πάσχω, ἐλεύθερος, ἀλλὰ καὶ Κλέαρχος, ὃ ἂν διαθῇ με, δοῦλος γενήσεται· φοβού‐ μενος γὰρ διαθήσει. δέος δὲ οὐδὲν ἔχει ψυχῆς ἐλευ‐ θερία. | |
14.5 | τὰ μὲν οὖν ἐμὰ ἐφ’ ἑαυτῶν σκοπεῖν, ὡς ὁρᾷς, ἀσφαλέστερα εἰς τὸ παθεῖν ἢ Κλεάρχῳ εἰς τὸ δρᾶσαι, καὶ τό γ’ ἐμὸν οὐκ ἐπιμελείας ἀλλ’ ὀλιγω‐ ρίας δεῖται· τὸ γὰρ ἀρχὴν φροντίζειν περὶ αὐτῶν ἀν‐ | |
5 | δρός ἐστιν οὐ πάνυ τι ἐλευθέρου. τὰ δὲ τῆς πατρίδος συνημμένα μοι οὐκ ἐπιτρέπει τὴν αὐτόνομον ταύτην ἐλευθερίαν, ἀλλὰ καὶ πολιτεύεσθαι ἀναγκάζει καὶ κίν‐ δυνον ἔχειν, κίνδυνον δέ, οὐχὶ μὴ αὐτός τι πάθω, ἀλλὰ μὴ πάσχουσάν τι τὴν πατρίδα οὐκ ὠφελήσω. διὰ | |
10 | τοῦτό μοι ἀνάγκη, καίπερ μὴ φοβουμένῳ, θάνατον προνοεῖν, ὅπως μὴ πρότερον ἀποθάνω ἢ ὑπὲρ τῆς πα‐ τρίδος ἀποθανεῖν δυνήσομαι. πολιτεύου δὴ πρὸς τὸν τύραννον ἃ καὶ πρότερόν σοι ἔγραφον, πείθων αὐτὸν ὅτι ἡσυχίας ἐρασταί ἐσμεν, καὶ γράφε ἡμῖν, ἐὰν καὶ | |
15 | ἄλλο τί σοι δοκῇ πρὸς τὴν αὐτόθι πολιτείαν ἀνήκειν, ἐπεὶ ἀνάγκη μοι εἰς τὴν τῆς πατρίδος ἐλευθερίαν ὑφαι‐ ρεῖν τι τῆς ἐμαυτοῦ, φροντίζοντι περὶ τούτων καὶ βου‐ λευομένῳ. | |
15.1(t) | Χίων Μάτριδι χαίρειν. | |
1 | Ἐπὶ μὲν τῷ συμπείθεσθαι τὸν τύραννον οἷς περὶ ἐμοῦ πρὸς αὐτὸν ἔλεγες, συγχαίρω τῇ πατρίδι, γράψω δὲ καὶ αὐτός, ὡς συνεβούλευσας, ἀπάγων αὐτὸν ἀπὸ τἀληθοῦς ὡς μάλιστα ἔνεστι. τοὐναντίον γὰρ ἂν | |
5 | ποιῶν ψευσαίμην τοὺς ἐμαυτοῦ πολίτας καὶ φίλους ὧν | |
ἐξ ἐμοῦ ἤλπισαν, καὶ ταῦτα οὐκ ἀξίους ὄντας ἀπατᾶ‐ σθαι. τὸ δὲ ὠμὸν εἶναι τὸν τύραννον τελέως καὶ χαλεπὸν ὠφελιμώτερον ἔγωγε ἡγοῦμαι τῇ πόλει ἢ τὸ δημοκοπεῖν αὐτὸν καὶ προκαλύπτεσθαι δόξαν μετριό‐ | 202 | |
10 | τητος. | |
15.2 | τὸ δὲ αἴτιον, ὅτε οἱ μὲν χαλεποὶ διαφθεί‐ ρονται ταχέως, καὶ ἂν μὴ καταλυθῶσι, μῖσος ὅμως τυραννίδος κατέλιπον τῷ πλήθει καὶ παντελῶς τὴν μοναρχίαν ἀφ’ ἑαυτῶν διέβαλον. οὕτως οὖν συμβαίνει, | |
5 | τὸν γοῦν λοιπὸν χρόνον φυλακτικωτέρους γίνεσθαι καὶ προνοητικωτέρους τῆς δημοκρατίας ἅπαντας. ὅταν δέ τις δουλωσάμενος ἐκδημοκοπήσῃ τοὺς δουλωθέντας, κἂν ἀναιρεθῇ ταχέως, πολλὰ ὅμως ἐγκαταλείπει τυ‐ ραννίδος ἐν ἑκάστοις κακά, ὧν οἳ μὲν εὖ τι ποθοῦντες | |
10 | πείσεσθαι, οἳ δὲ ἄλλως δημαγωγηθέντες τυφλοὶ τῶν κοινῇ συμφερόντων εἰσί, καὶ τόν τε ἀναιρεθέντα οἰ‐ κτείρουσιν ὡς δὴ μέτριον καὶ τὴν τυραννίδα οὐχ ὡς ἀνήκεστόν τι φυλάττονται κακόν, ἀγνοοῦντες ὅτι, κἂν πάντα τις ᾖ μέτριος τύραννος, διὰ τοῦτο καταλυτέος | |
15 | ἐστίν, ὅτι ἔξεστιν αὐτῷ καὶ χαλεπῷ εἶναι. | |
15.3 | Κλέαρ‐ χος δὴ ὠμὸς ὢν αὐτός τε εὐχείρωτος ἔσται μισούμε‐ νος καὶ τοῖς ἄλλοις δυσκατορθωτέραν ποιήσει τὴν τυ‐ ραννίδα, προσποιούμενος δ’ εἶναι μέτριος αὐτός τε ἂν | |
5 | ταύτην τὴν δόξαν καρπώσαιτο, τοῖς τε βουλομένοις ὕστερον εὐέμβατον ἀπολίποι τὴν ἀκρόπολιν. ἀλλὰ ταῦτα μὲν καὶ σοὶ δηλαδὴ φανερά, τὸν δὲ τρόπον τῆς γραφῆς καὶ ἀποδόσεως τῶν ἐπιστολῶν χαίρω ὅτι δὴ σύ τε ἀσφαλῆ ἐνόμισας καὶ τὸ τέλος μαρτυρεῖ μὴ | |
10 | ἀτόπως ηὑρῆσθαι. ἔπεμψα δέ σοι καὶ τὸ ἀντίγραφον τῆς πρὸς τὸν Κλέαρχον ἐπιστολῆς, διθυραμβικωτέραν ποιήσας ἐπίτηδες αὐτήν, ἵν’ ἡμῶν καταφρονῇ ὡς λο‐ γομανούντων τελέως. | |
16.1(t) | Χίων Κλεάρχῳ χαίρειν. | |
1 | Ἐν Ἀθήναις μοι φιλοσοφίας χάριν διατρίβοντι τῶν τε κοινῶν τινες φίλων καὶ ὁ πατὴρ ἔγραψαν ὡς δι’ ὑποψίας εἴην πρός σε, καὶ τὰς αἰτίας ἐκέλευον ἀπο‐ λύσασθαι· τοῦτο γὰρ δίκαιον εἶναι καὶ αὐτῷ μοι ἄμει‐ | |
5 | νον. ἐγὼ δὲ ὅτι μὲν ὀρθῶς παρῄνουν ταῦτα, σαφῶς ᾔδειν, ἠγνόουν δὲ ἀφ’ ὧν διεβλήθην, καὶ τοῦτό μοι πρὸς τὴν ἀπολογίαν ἦν ἄπορον· οὔτε γὰρ αὐτὸς παρῆν, ὅτε περιεβάλου τὴν ἀρχήν, οὔτε ἀπὼν ἐδυνάμην ἐναν‐ τιοῦσθαι, οὔθ’ ὅλως ἢ λόγος ἢ ἔργον τι τῶν ἐμῶν ἐπι‐ | |
10 | μιξίαν τινὰ ἔσχε πρὸς τὰ αὐτόθι πράγματα. τίνες οὖν αἱ διαπόντιοι πρὸς μόναρχον ἐναντιώσεις ἀνθρώπου μετ’ ὀλίγων οἰκετῶν ἀποδημοῦντος οὐκ ἐγὼ ηὕρισκον, καὶ διὰ τοῦτό γε ἠπόρουν ἀπολογίας, ὅτι οὐδὲν ἑώρων τὸ κατηγορούμενον. | |
16.2 | οὐκ ἠπόρουν δὲ πάλιν τῷ μηδὲν ἐννοεῖσθαι τοιοῦτον, ὁποῖον ἴσως ὑποπτεύομαι, ἀλλὰ καὶ πάνυ ἔχων πείθειν σε, ὅτι ἡ ἐμὴ ψυχὴ οὐ‐ δενὶ εὐέμβατός ἐστι τῶν τοιούτων βουλευμάτων. οἶ‐ | |
5 | μαι μὲν οὖν, εἰ καὶ μὴ ἐπεφιλοσοφήκειν, ἱκανὸν ἂν γενέσθαι τεκμήριον τοῦ μὴ ἀπεχθῶς ἔχειν πρός σε τὸ μηδὲ ἠδικῆσθαί τι ὑπὸ σοῦ. οὐδὲ γὰρ οἱ ἀφιλοσόφητοι | |
μὴ παντάπασί γε μανέντες, καθ’ ἡδονήν τινα τὰς ἀπεχθείας ἐπαναιροῦνται, οὐδ’ ἔρωτάς τινας ὥσπερ | 203 | |
10 | παιδικῶν ἐπιτηδευμάτων οὕτω καὶ μίσους λαμβάνουσι, (πολλοῦ δεῖ), ἀλλὰ καὶ πάνυ ἐπίστανται, ὅτι οὐδὲν ἀν‐ θρώποις ἀπεχθείας ἀνιαρότερον· ὅταν δὲ ὑπὸ ἀνηκέ‐ στου τινὸς διαιρεθῶσιν ἀπὸ ἀλλήλων τὰς ψυχάς, τότε ἀπεχθάνονται, καὶ οὐδὲ τότε ἑκόντες. | |
16.3 | ἡμῖν δὲ μέχρι τῆς νῦν ἡμέρας οὐδὲν οὔτε μέγα οὔτε μικρὸν ὑπῆρκται πρὸς ἀλλήλους ἀπεχθείας ἔργον, ἀλλὰ σοὶ μὲν οὐδὲν πλέον ὑπονοίας καὶ λόγου, ἐγὼ δὲ καθα‐ | |
5 | ρεύω τὴν ψυχὴν καὶ ἀπὸ τούτων. τί οὖν βουλόμενος ἐξαίφνης στασιάζω πρός σε, καὶ ταῦτα μηδέπω καὶ τήμερον ἑορακὼς ἀρχομένην ὑπὸ σοῦ τὴν πατρίδα; ἢ νὴ Δία φυσῶσί με αἱ πολλαὶ τριήρεις καὶ οἱ ἱππεῖς, ἵνα, εἰ μηδὲν ἄλλο, ὑποπτεύῃς τό γε δύνασθαί με ἐχ‐ | |
10 | θρὸν εἶναι; ἀλλὰ ἀπεδήμησα μὲν σὺν ὀκτὼ θεράπουσι καὶ φίλοις δύο, Ἡρακλείδῃ καὶ Ἀγάθωνι, ἀναλύω δὲ δύο τῶν οἰκετῶν ἀποβαλών. ταῦτα δὲ οὐκ οἶδ’ ὅπως πείθουσί σε ἱκανὴν εἶναι παρασκευὴν ἐπὶ σέ· ἐκεῖνο δ’ οὐ σκοπεῖς, ὅτι, εἰ συνῄδειν ἐμαυτῷ δικαίως ὑπο‐ | |
15 | πτευομένῳ, οὐκ ἄν ποτε ἑκὼν ἐμαυτὸν ἐνεχείριζον τῷ ὑποπτεύοντι. | |
16.4 | ἢ οὕτω τι ἐραστὴς ἀπεχθειῶν εἰμι, ὥστε μηδὲ τὴν πρὸς ἐμαυτὸν φυλάττειν φιλίαν, ἀλλ’ ἑκοντὶ ἐγχειρίζειν τὸ σῶμα τοῖς δικαίως αὐτὸ τιμωρη‐ σομένοις; ἀλλὰ ταῦτα μὲν καὶ τοῖς μὴ φιλοσοφήσασιν | |
5 | ἱκανή, μᾶλλον δὲ πέρα τοῦ ἱκανοῦ ἀπολογία. ἐγὼ δὲ οὐδ’ ἄλλως ἀφυὴς γενόμενος πρὸς τὰ ἐκ φιλοσοφίας ἀγαθὰ συνέλαβον τῇ φύσει ὡς μάλιστα ἐνῆν, καὶ νεα‐ νίας γενόμενος οὐκ ἀρχὰς οὐδὲ φιλοτιμίας εἱλόμην, ἀλλὰ εὐθέως θεατὴς ἤρων γενέσθαι τῆς φύσεως τῶν | |
10 | λόγων. καὶ οὗτός με ὁ ἔρως ἤγαγεν εἰς Ἀθήνας καὶ Πλάτωνι ἐποίησε φίλον, καὶ μέχρι γε νῦν οὔπω αὐτοῦ πέπλησμαι. | |
16.5 | φύσεως μὲν οὖν οὕτως ἔσχον πρὸς ἡσυχίαν, ὡς ἔτι παντελῶς νέος ὢν καταφρονῆσαι πάν‐ των, ὅσα ἄρχειν ταρακτικωτέρου βίου δύναται, ἐλ‐ θὼν δὲ εἰς Ἀθήνας οὔτε ἐκυνηγέτουν, οὔτε ναύτης εἰς | |
5 | Ἑλλήσποντον ἐπὶ Λακεδαιμονίους σὺν Ἀθηναίοις ἔπλεον, οὔτε ταῦτα ἐπαιδευόμην, ἀφ’ ὧν τυράννοις καὶ βασιλεῦσιν ἐχθρὸς ἔσομαι, ἀλλ’ ἀνδρὶ ἡσυχίας ἐραστῇ διελεγόμην, τὸν ἔγγιστα θεῷ λόγον παιδευόμενος. καί μοι πρῶτον ὑπ’ αὐτοῦ παρηγγέλθη ἡσυχίαν ποθεῖν· | |
10 | ταύτην γὰρ τοῦ κατὰ φιλοσοφίαν λόγου φῶς εἶναι, τὴν δὲ πολιτείαν καὶ πολυπραγμοσύνην ὥσπερ ζόφον τινὰ ἐπικαλύπτειν καὶ ἀνεύρετον ποιεῖν τοῖς ἐρευνῶσιν. | |
16.6 | ὡς δὲ οὔτε πεφυκέναι κακὸς ἐδόκουν πρὸς αὐτὴν οὔτε πείθεσθαι ῥᾳδίως περὶ αὐτῆς, τηνικαῦτα ἤδη θεὸν πάντων ἐπόπτην καὶ κόσμου κατασκευὴν ἐμάν‐ θανον καὶ φύσεως ἀρχὰς ἑώρων καὶ δικαιοσύνην τιμᾶν | |
5 | ἐδιδασκόμην καὶ ὅσα τοιαῦτα ἄλλα παιδεύει φιλοσο‐ φία. καὶ οὐδὲν οὐχ ὅπως τοῦ εἰδέναι ταῦτα ἀλλ’ οὐδὲ τοῦ ζητεῖν τιμιώτερον. τί γὰρ κάλλιον ἢ ἄνθρω‐ πον ὄντα θνητῆς φύσεως καὶ θεοῦ κεκραμένον μοίρᾳ μόνοις εὐκαιρεῖν τοῖς ἀθανάτοις ἑαυτοῦ καὶ ταῦτα πρὸς | |
10 | τὸ συγγενὲς ἄγειν; συγγενῆ δὲ τῷ θείῳ τὰ θεῖα λέγω, | |
16.7 | ταῦτα ηὐχόμην τε καὶ ἐσπούδαζον μαθεῖν, πολι‐ τείας δὲ (ἀνέξῃ γὰρ μετὰ παρρησίας μου λέγοντος) οὐδὲ μεμνῆσθαι ἠξίουν, ἔμαθον δὲ ἄλλα τε πολλὰ καὶ ταῦτα, οἷς νῦν χρήσομαι πρός σε, τὸν μὲν μὴ ἀδι‐ | 204 |
5 | κοῦντα τιμᾶν, τὸν δὲ ἀδικοῦντα εὐεργεσίαις ἀμύ‐ νεσθαι, εἰ δὲ μή γε, ἡσυχίᾳ· καὶ φίλον μὲν τιμιώ‐ τατον ἡγεῖσθαι, ἐχθρὸν δὲ μηδένα ἑαυτῷ κατα‐ σκευάζειν, ἀλλὰ καὶ τὸν ὄντα φίλον ποιεῖσθαι, καὶ μηδὲν τηλικοῦτον νομίζειν κακόν, ὅσον ἂν ταράξειε | |
10 | τὴν ψυχὴν καὶ τῶν οἰκείων ἔργων ἀποτρέψειε πρὸς ἕτερα. ἆρά γε ἐπιβούλῳ μοι νομίζεις χρῆσθαι ταῦτα εἰδότι; μηδαμῶς, ἀλλὰ σοὶ μὲν ἀποκείσθω πολέμων ἔργα καὶ πολιτειῶν, ἡμῖν δὲ τῆς σῆς τοσοῦτον ἀπο‐ τετμήσθω τυραννίδος, ὅσον ἀταράχῳ ἀνδρὶ δοκεῖ ἐνη‐ | |
15 | συχάσαι. πείθομαι δ’ ὅτι, ἢν καὶ διαλέγεσθαί με ἐφῇς τοῖς φίλοις, ἠρεμαίους ἂν αὐτοὺς ποιήσαιμι καὶ ἀπολιτεύτους ὧν σὺ βούλει, διεξιὼν τὰ ἀεὶ ἡμῖν με‐ λετώμενα ἡσυχίας ἐγκώμια, ἐπεὶ καὶ τελέως ἂν εἴην μὴ ταῦτα φρονῶν ἀχάριστος. | |
16.8 | φέρε γάρ, εἴ μοι ταραττομένῳ τι ὧν σὺ ὑποπτεύεις ἡ πρᾳεῖα ἐπισταίη θεὸς ἡσυχία καὶ ταῦτα λέγοι, «ἀχάριστος εἶ καὶ πο‐ νηρός, ὦ Χίων, καὶ οὔτε τῶν καλῶν ἐκείνων μαθημά‐ | |
5 | των οὔτε ὅλως σεαυτοῦ μνήμην ἔχεις. ἐμοὶ χρώμενος δικαιοσύνην ἤσκησας καὶ σωφροσύνην ἐκτήσω καὶ θεὸν ἔμαθες καὶ τὴν σεαυτοῦ πρὸς αὐτὸν συγγένειαν ἀνενεώσω καὶ τῶν ταπεινοτέρων τούτων, θαυμαστῶν δὲ τοῖς ἄλλοις κατεφρόνησας, φιλοτιμίας καὶ πλούτου | |
10 | καὶ ὅσα τούτοις ὅμοια. εἶτα νῦν, ὅτε ἀποδιδόναι σε δεῖ τὴν χάριν μείζονι ἤδη νόμῳ καὶ κρείττονι ψυχῇ συνόντα μοι καὶ διαλεγόμενον, ἀπολείψεις με οὐδὲ μεμνημένος, ὅτι οὐ τὰ ἄλλα μόνον ἐκ φιλοσοφίας ἔμαθες, ἀλλὰ καὶ τὸ ζητεῖν δεξιῶς ἃ μήπω οἶδας. | |
15 | καὶ πῶς ἂν σύ γε ζητήσειας ἢ εὕροις ἐμοῦ στερόμε‐ νος;» | |
16.9 | ταῦτ’ εἰ λέγοι, τί ἂν ἀποκριναίμην πρὸς αὐτὴν δίκαιον; ἐγὼ μὲν γὰρ οὐδὲν ὁρῶ. ἀλλὰ μὴν εὖ ἴσθι, ὡς ἐγὼ ταῦτα πρὸς ἐμαυτὸν ἀεὶ λέγω (λέγει γὰρ ἕκαστος πρὸς ἑαυτὸν ἃ φρονεῖ) καὶ οὐκ ἄν ποτε | |
5 | αὐτῶν ἀπολειφθείην. ὥστε οὐδέν σοι δέος ἐξ ἡμῶν εὔλογον· οὐδὲ γὰρ οὐδ’ ἅψεται τῶν σῶν πραγμάτων ἡ ἐμὴ ἡσυχία. | |
17.1(t) | Χίων Πλάτωνι χαίρειν. | |
1 | Δυσὶν ἡμέραις τῶν Διονυσίων ἔμπροσθεν τοὺς πι‐ στοτάτους μοι τῶν θεραπόντων, Πυλάδην καὶ Φιλό‐ καλον, ἐξέπεμψα ὡς σέ· μέλλω γὰρ τοῖς Διονυσίοις ἐπιτίθεσθαι τῷ τυράννῳ, πολιτευσάμενος ἐκ πολλοῦ | |
5 | ἀνύποπτος αὐτῷ γενέσθαι. πέμπεται δὲ ἐν ταύτῃ τῇ ἡμέρᾳ πομπὴ τῷ Διονύσῳ, καὶ δοκεῖ ὀλιγωρότερον ἕξειν δι’ αὐτὴν τὰ τῶν δορυφόρων· εἰ δὲ μή γε, κἂν διὰ πυρὸς ἐλθεῖν δέῃ, οὐκ ὀκνήσομεν, οὐδὲ καταισχυνοῦμεν οὔτε ἑαυτοὺς οὔτε τὴν σὴν φιλοσοφίαν. καὶ τὰ τῶν συνω‐ | |
10 | μοτῶν δέ ἐστιν ἡμῖν ὀχυρά, πίστει δὲ ἢ πλήθει ὀχυ‐ ρώτερα. | |
17.2 | οἶδα μὲν οὖν ὡς ἀναιρεθήσομαι, τελειώ‐ | |
σας δὲ μόνον τὴν τυραννοκτονίαν τοῦτο παθεῖν εὔχομαι. μετὰ παιᾶνος γὰρ ἂν καὶ νικητηρίων ἀπολείποιμι τὸν βίον, εἰ καταλύσας τὴν τυραννίδα ἐξ ἀνθρώπων ἀπε‐ | 205 | |
5 | λεύσομαι. σημαίνει γάρ μοι καὶ ἱερὰ καὶ οἰωνίσματα καὶ πᾶσα ἁπλῶς μαντεία θάνατον κατορθώσαντι τὴν πρᾶξιν. ἐθεασάμην δὲ καὶ αὐτὸς ἐναργεστέραν ἢ κατ’ ὄνειρον ὄψιν. ἔδοξε γάρ μοι γυνή, θεῖόν τι χρῆμα κάλλους καὶ μεγέθους, ἀναδεῖν με κοτίνῳ καὶ | |
10 | ταινίαις καὶ μετὰ μικρὸν ἀποδεῖξαί τι μνῆμα περικαλ‐ λὲς καὶ εἰπεῖν «ἐπειδὴ κέκμηκας, ὦ Χίων, ἴθι εἰς τουτὶ τὸ μνῆμα ἀναπαυσόμενος.» ἐκ τούτου δὲ τοῦ ὀνείρατος εὔελπίς εἰμι καλοῦ θανάτου τυχεῖν· νομίζω γὰρ μηδὲν κίβδηλον εἶναι ψυχῆς μάντευμα, ἐπεὶ καὶ | |
15 | σὺ οὕτως ἐγίνωσκες. | |
17.3 | εἰ δὲ καὶ ἀληθεύσειεν ἡ μαν‐ τεία, μακαριώτερον ἐμαυτὸν ἡγοῦμαι γενήσεσθαι ἢ εἰ βίος μοι μετὰ τὴν τυραννοκτονίαν εἰς γῆρας ἐδίδοτο· καλὸν γάρ μοι μεγάλα διαπραξαμένῳ πρότερον ἐξ ἀν‐ | |
5 | θρώπων ἀπαλλάττεσθαι ἢ χρόνου τι συναπολαῦσαι, καὶ ἃ ἂν δράσωμεν, πολὺ νομισθήσεται μείζονα ὧν πεισόμεθα, καὶ αὐτοὶ τιμιώτεροι ἐσόμεθα τοῖς εὖ πα‐ θοῦσιν, εἰ τῷ ἰδίῳ θανάτῳ τὴν ἐλευθερίαν αὐτοῖς ὠνη‐ σόμεθα. μείζων γὰρ ὠφέλεια τοῖς εὐεργετηθεῖσιν | |
10 | εἶναι φαίνεται, ἧς ὁ δράσας οὐ μεταλαμβάνει. οὕτως μὲν δὴ προθύμως ἔχομεν πρὸς τὴν μαντείαν τοῦ θα‐ νάτου. σὺ δὲ χαῖρέ τε, ὦ Πλάτων, καὶ εὐδαιμονοίης εἰς τέλειον γῆρας. προσαγορεύω δέ σε ὕστατα, ὡς | |
πείθομαι. | 206 |